Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.124 Joseph. AJ 16.129 (English) >>Joseph. AJ 16.134

16.127

Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς. 16.128ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν, 16.129καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν. 16.130

Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν. 16.131Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ τῷ τὸν Ἀλέξανδρον, ὃς εἶχεν αὐτοῦ τὴν θυγατέρα, τῆς αἰτίας ἀπολελύσθαι, δωρεάς τε ἀντέδοσαν ἀλλήλοις ἃς εἰκὸς βασιλεῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.124 Joseph. AJ 16.129 (English) >>Joseph. AJ 16.134

Powered by PhiloLogic